Перевод: с греческого на все языки

со всех языков на греческий

ἀρχαὶ δὲ βέβληνται θεῶν κείνου σὺν ἀνδρὸς δαιμονίαις ἀρεταῖς

  • 1 σύν

    1 prep. c. dat. (with second only of two nouns, P. 4.10, P. 8.99, N. 10.38, N. 10.53, N. 10.84, Πα. 6. 4: following noun c. adj., O. 2.18, P. 4.187, P. 8.7, P. 8.54; c. dependent gen., O. 13.58)
    a along with, accompanied by
    I of people, things

    ἀντιθέοισιν νίσεται σὺν παισὶ Λήδας O. 3.35

    κεῖνος σὺν βαρυγδούπῳ πατρὶ O. 6.81

    σὺν Διαγόρᾳ κατέβαν O. 7.13

    ναίοντας Ἀργείᾳ σὺν αἰχμᾷ O. 7.19

    ἀλλὰ Κρόνου σὺν παιδὶ νεῦσαι O. 7.67

    κωμάζοντι φίλοις Ἐφαρμόστῳ σὺν ἑταίροις O. 9.4

    ἔστα σὺν Ἀχιλλεῖ μόνος O. 9.71

    ταὶ Διωνύσου πόθεν ἐξέφανεν σὺν βοηλάτᾳ χάριτες διθυράμβῳ; O. 13.19

    Πτοιοδώρῳ σὺν πατρὶ O. 13.41

    τοὶ μὲν γένει φίλῳ σὺν Ἀτρέος Ἑλέναν κομίζοντες O. 13.58

    κοῦραι παρ' ἐμὸν πρόθυρον σὺν Πανὶ μέλπονται θαμὰ P. 3.78

    κωμάζοντι σὺν Ἀρκεσίλᾳ P. 4.2

    ἐναλίαν βᾶμεν σὺν ἅλμᾳP. 4.39

    σὺν κείνοισι P. 4.134

    ἅλιξιν σὺν ἄλλοις P. 4.187

    σὺν Ἑλένᾳ γὰρ μόλον P. 5.83

    ἀφίξεται λαῷ σὺν ἀβλαβεῖP. 8.54

    Αἴγινα φίλα μᾶτερ, ἐλευθέρῳ στόλῳ πόλιν τάνδε κόμιζε Δὶ καὶ κρέοντι σὺν Αἰακῷ Πηλεῖ τε κἀγαθῷ Τελαμῶνι σύν τ' Ἀχιλλεῖ P. 8.99

    —100.

    Πυθιονίκαν σὺν βαθυζώνοισιν ἀγγέλλων Τελεσικράτη Χαρίτεσσι γεγωνεῖν P. 9.2

    ἴτε σὺν Ἡρακλέος ἀριστογόνῳ ματρὶ P. 11.3

    Κασσάνδραν πολιῷ χαλκῷ σὺν Ἀγαμεμνονίᾳ ψυχᾷ πόρεὐ Ἀχέροντος ἀκτὰν παρ' εὔσκιον νηλὴς γυνά P. 11.20

    διδύμῳ σὺν κασιγνήτῳ μόλεν N. 1.36

    ἐγὼ τόδε τοι πέμπω μεμιγμένον μέλι λευκῷ σὺν γάλακτι N. 3.78

    ( Ἡρακλέης)

    σὺν ᾧ ποτε Τροίαν πόρθησε N. 4.25

    Ἑρμᾷ καὶ σὺν Ἡρακλεῖ N. 10.53

    καὶ ἐμοὶ θάνατον σὺν τῷδ' ἐπίτειλον, ἄναξN. 10.77θέλεις λτ;ναίειν ἐμοὶγτ; σύν τ' Ἀθαναίᾳ κελαινεγχεῖ τ ἌρειN. 10.84

    Ἀμύκλαθεν γὰρ ἔβα σὺν Ὀρέστᾳ N. 11.34

    τὸν ἀκερσεκόμαν Φοῖβον χορεύων ἐν Κέῳ ἀμφιρύτᾳ σὺν ποντίοις ἀνδράσιν I. 1.8

    σὺν Ὀρσέᾳ δέ νιν κωμάξομαι I. 4.72

    σὺν Χάρισιν δ' ἔμολον I. 5.21

    ἑσπόμενοι Ἡρακλῆι πρότερον, καὶ σὺν Ἀτρείδαις I. 5.38

    ἆγε σὺν Τιρυνθίοισιν πρόφρονα σύμμαχον I. 6.28

    πέφνεν δὲ σὺν κείνῳ Μερόπων ἔθνεα I. 6.31

    πολίων δ' ἑκατὸν πεδέχειν μέρος ἕβδομον Πασιφάας λτ;σὺνγτ; υἱ[οῖ]σι (add. Housman metr. gr.: <ἓξ> Wil.: om. Π.)

    Πα.. 3. χρυσέα κλυτόμαντι Πυθοῖ, λίσσομαι Χαρίτεσσίν τε καὶ σὺν Ἀφροδίτᾳ με δέξαι Pae. 6.4

    κελαινεφεῖ σὺν πατρὶ Μναμοσύνᾳ τε τοῦτον ἔσχετ[ε τεθ]μόν Pae. 6.55

    ὄφρα σὺν Χειμάρῳ μεθύων Ἀγαθωνίδᾳ βάλω κότταβον fr. 128. 2. πρῶτον μὲν Ἀλκμήνας σὺν υἱῷ ἦλθεν fr. 172. 4.
    II =

    ἔχων. ταχὺ δὲ Καδμείων ἀγοὶ χαλκέοις σὺν ὅπλοις ἔδραμον ἀθρόοι N. 1.51

    σπεῦδεν ὅμιλος ἱκέσθαι χαλκέοις ὅπλοισιν ἱππείοις τε σὺν ἔντεσιν N. 9.22

    μολόντα βαιοῖς σὺν ἔντεσιν ποτὶ πολὺν στρατόν Pae. 2.74

    I esp. of gods

    σὺν θεοῖς O. 8.14

    σὺν Κυπρογενεῖ O. 10.105

    σὺν δὲ κείνῳ O. 13.87

    σὺν γὰρ ὑμῖν O. 14.5

    σύν τοι τίν κεν ἁγητὴρ ἀνήρ τράποι P. 1.69

    πρὶν τελέσσαι ματροπόλῳ σὺν Ἐλειθυίᾳ P. 3.9

    σὺν ΔαναοῖςP. 4.48

    κλέψεν τε Μήδειαν σὺν αὐτᾷ P. 4.250

    ἀλλὰ χρονίῳ σὺν Ἄρει πέφνεν τε ματέρα P. 11.36

    φέρε στεφανώματα σὺν ξανθαῖς Χάρισσιν N. 5.54

    σὺν δὲ τὶν καὶ παῖς ὁ Θεαρίωνος ἀρετᾷ κριθεὶς εὔδοξος ἀείδεται N. 7.6

    σὺν θεῷ γάρ τοι φυτευθεὶς ὄλβος ἀνθρώποισι παρμονώτερος N. 8.17

    εὔχομαι ταύταν ἀρετὰν κελαδῆσαι σὺν Χαρίτεσσιν N. 9.54

    Χαρίτεσσί τε καὶ

    σὺν Τυνδαρίδαις N. 10.38

    σὺν θεοῖς I. 1.6

    σὺν θεῷ I. 4.5

    II of things, by means of, through

    σὺν ἅρματι θοῷ κλείζειν O. 1.110

    λάθα δὲ πότμῳ σὺν εὐδαίμονι γένοιτ' ἄν O. 2.18

    Ἐρινὺς ἔπεφνέ οἱ σὺν ἀλλαλοφονίᾳ γένος O. 2.42

    σὺν δὲ φιλοφροσύναις εὐηράτοις Ἁγησία δέξαιτο κῶμον O. 6.98

    σύν τινι μοιριδίῳ παλάμᾳ ἐξαίρετον Χαρίτων νέμομαι κᾶπον O. 9.26

    θεοῦ σὺν παλάμᾳ O. 10.21

    εἰ δὲ σὺν πόνῳ τις εὖ πράσσοι O. 11.4

    τὸ πλουτεῖν δὲ σὺν τύχᾳ πότμου σοφίας ἄριστον P. 2.56

    σὺν τιμᾷ θεῶνP. 4.51

    σὺν Νότου δ' αὔραις ἐπ Ἀξείνου στόμα πεμπόμενοι P. 4.203

    σὺν δ' ἐλαίῳ φαρμακώσαισ ἀντίτομα P. 4.221

    ὔμμι Λατοίδας ἔπορεν Λιβύας πεδίον σὺν θεῶν τιμαῖς ὀφέλλειν P. 4.260

    σὺν ὀρθαῖς κιόνεσσιν δεσποσύναισιν ἐρειδομένα P. 4.267

    σὺν δ' ἀέθλοις ἐκέλευσεν διακρῖναι ποδῶν P. 9.115

    τὸν Ἱπποκλέαν ἔτι καὶ μᾶλλον σὺν ἀοιδαῖς ἕκατι στεφάνων θαητὸν ἐν ἅλιξι θησέμεν P. 10.57

    Ὀλυμπίᾳ τ' ἀγώνων πολυφάτων ἔσχον θοὰν ἀκτῖνα σὺν ἵπποις P. 11.48

    ὄφρα τὸν Εὐρυάλας ἐκ καρπαλιμᾶν γενύων χριμφθέντα σὺν ἔντεσι μιμήσαιτ' ἐρικλάγκταν γόον P. 12.21

    ἀρχαὶ δὲ (sc. τοῦ ὕμνου)

    βέβληνται θεῶν κείνου σὺν ἀνδρὸς δαιμονίαις ἀρεταῖς N. 1.9

    σὺν Χαρίτων τύχᾳ N. 4.7

    Μενάνδρου σὺν τύχᾳ μόχθων ἀμοιβὰν ἐπαύρεο N. 5.48

    σὺν θεοῦ δὲ τύχᾳ N. 6.24

    ἔργοις δὲ καλοῖς ἔσοπτρον ἴσαμεν ἑνὶ σὺν τρόπῳ, εἰ N. 7.14

    νεοθαλὴς δ' αὔξεται μαλθακᾷ νικαφορία σὺν ἀοιδᾷ N. 9.49

    Σικυωνόθε δ' ἀργυρωθέντες σὺν οἰνηραῖς φιάλαις ἀπέβαν N. 10.43

    σὺν ποδῶν χειρῶν τε νικᾶσαι σθένει N. 10.48

    εὐτυχήσαις ἢ σὺν εὐδόξοις ἀέθλοις ἢ σθένει πλούτου I. 3.1

    εὐανθεῖ σὺν ὄλβῳ εἴ τις εὖ πάσχων λόγον ἐσλὸν ἀκούῃ I. 5.12

    τοὶ καὶ σὺν μάχαις δὶς πόλιν Τρώων ἔπραθον I. 5.35

    κώμαζ' ἔπειτεν ἁδυμελεῖ σὺν ὕμνῳ καὶ Στρεψιάδᾳ I. 7.20

    ἰατὰ δ' ἐστὶ βροτοῖς σύν γ ἐλευθερίᾳ καὶ τά I. 8.15

    σὺν θεῶν δέ νιν αἴσᾳ ἐκτίσσατο I. 9.1

    τοὶ σὺν πολέμῳ κτησάμενοι

    χθόνα πολύδωρον Pae. 2.59

    νέων δὲ μέριμναι σὺν πόνοις εἱλισσόμεναι δόξαν εὑρίσκοντι fr. 227. 1.
    c
    I of accompanying circumstances, along with

    ἁμέραν ὁπότε ἀτειρεῖ σὺν ἀγαθῷ τελευτάσομεν O. 2.33

    θεόρτῳ σὺν ὄλβῳ ἐπί τι καὶ πῆμ' ἄγει O. 2.36

    Ἐρατιδᾶν τοι σὺν χαρίτεσσιν ἔχει θαλίας καὶ πόλις O. 7.93

    ἔστασεν ἑορτὰν σὺν Ὀλυμπιάδι πρώτᾳ νικαφορίαισί τε O. 10.58

    πέτρας φοίνισσα κυλινδομένα φλὸξ ἐς βαθεῖαν φέρει πόντου πλάκα σὺν πατάγῳ P. 1.24

    καὶ σὺν εὐφώνοις θαλίαις ὀνυμαστάν P. 1.38

    πόλιν κείναν θεοδμάτῳ σὺν ἐλευθερίᾳ ἔκτισσε P. 1.61

    οὐκέτι τλάσομαι ψυχᾷ γένος ἁμὸν ὀλέσσαι ματρὸς βαρείᾳ σὺν πάθᾳP. 3.42

    νιν σὺν εὐδοξίᾳ μετανίσεαι P. 5.8

    ἁρπαλέαν δόσιν πενταεθλίου σὺν ἑορταῖς ὑμαῖς ἐπάγαγες P. 8.66

    εἰ γάρ τις ἐσλὰ πέπαται μὴ σὺν μακρῷ πόνῳ P. 8.73

    κεῖνος αἰνεῖν καὶ τὸν ἐχθρὸν παντὶ θυμῷ σύν τε δίκᾳ καλὰ ῥέζοντ' ἔννεπεν (δικαίως Σ.) P. 9.96

    ἵλαος ἀθανάτων ἀνδρῶν τε σὺν εὐμενίᾳ δέξαι στεφάνωμα τόδ P. 12.4

    θρῆνον λειβόμενον δυσπενθέι σὺν καμάτῳ P. 12.10

    καί τινα σὺν πλαγίῳ ἀνδρῶν κόρῳ στείχοντα N. 1.64

    ἔνθα μιν εὔφρονες ἶλαι σὺν καλάμοιο βοᾷ θεὸν δέκονται N. 5.38

    ἐκ πόνων δ, οἳ σὺν νεότατι γένωνται σύν τε δίκᾳ N. 9.44

    ἀλλὰ σὺν δόξᾳ τέλος δωδεκάμηνον περᾶσαί νιν ἀτρώτῳ κραδίᾳ (Dissen: περᾶσαι σὺν codd.) N. 11.9

    ἐπεί νιν Ἀλκαθόου τ' ἀγὼν σὺν τύχᾳ ἐν Ἐπιδαύρῳ τε νεότας δέκετο πρίν I. 8.67

    Λατόος ἔνθα με παῖδες εὐμενεῖ δέξασθε νόῳ θεράποντα ὑμέτερον κελαδεννᾷ σὺν μελιγάρυι παιᾶνος ἀγακλέος ὀμφᾷ Pae. 5.47

    μανίαι τ' ἀλαλαί τ ὀρίνεται ῥιψαύχενι σὺν κλόνῳ Δ. 2. 13. Διόθεν τέ με σὺν ἀγλαίᾳ ἴδετε πορευθέντ ἀοιδᾶν δεύτερον fr. 75. 7. ἀχεῖ τ' ὀμφαὶ μελέων σὺν αὐλοῖς fr. 75. 18.
    II with, at the time of

    καὶ τὸ Μηδείας ἔπος ἀγκομίσαι ἑβδόμᾳ καὶ σὺν δεκάτᾳ γενεᾷ Θήραιον P. 4.10

    τὺ γὰρ τὸ μαλθακὸν ἔρξαι τε καὶ παθεῖν ὁμῶς ἐπίστασαι καιρῷ σὺν ἀτρεκεῖ P. 8.7

    ὄφρα

    Θέμιν ἱερὰν κελαδήσετ' ἄκρᾳ σὺν ἑσπέρᾳ P. 11.10

    τὸν κωμάξατε Τιμοδήμῳ σὺν εὐκλέι νόστῳ N. 2.24

    ἐκ πόνων δ, οἳ σὺν νεότατι γένωνται σύν τε δίκᾳ N. 9.44

    χρῆν μὲν κατὰ καιρὸν ἐρώτων δρέπεσθαι, θυμέ, σὺν ἁλικίᾳ fr. 123. 1.
    III with, under the influence of

    σὺν δ' ἀνάγκᾳ μιν φίλον καί τις ἐὼν μεγαλάνωρ ἔσανεν P. 1.51

    σὺν δ' ἀνάγκᾳ πὰν καλόν fr. 122. 9.
    d in of musical terms

    ἐξύφαινε, γλυκεῖα, καὶ τόδ' αὐτίκα, φόρμιγξ, Λυδίᾳ σὺν ἁρμονίᾳ μέλος N. 4.45

    e fragg.

    σὺν ἀπιομ[ήδ]ει φιλ[ Pae. 7.7

    παρθένῳ σὺν πομ[ Πα. 7C. a. 4. σὺν παντ[ Πα. 13. a. 7. ]σὺν κτύπῳ[ Πα. 13. a. 15. πορφυρέᾳ σὺν κρόκ[ᾳ Πα. 13. a. 19. σὺν Χαρίτ[εσσι P. Oxy. 841, fr. 112.
    2 adv.
    a at the same time εἰ γάρ τις ἀνθρώπων πράσσει θεοδμάτους ἀρετὰς σύν τέ οἱ δαίμων φυτεύει δόξαν (tmesin vidit Boeckh) I. 6.12
    b in tmesis σὺν πρέπει (v. συμπρέπω) N. 3.67

    Lexicon to Pindar > σύν

  • 2 θεός

    θεός (ὁ, ἡ; v. θεά: θελτ;γτ;ός, θεός, θεοῦ, θεοῖο, θεῷ, θεῷ, θεόν; θεοί, θεοί, θεῶν, θεων, θεοῖς, θεοῖσι, θεούς, θεοί.)
    1 god
    1 unspecified. ( Τάνταλος)

    θεοῖσι δεῖπνα παρέχων O. 1.39

    θεὸς ἐπίτροπος ἐὼν τεαῖσι μήδεται μερίμναισιν O. 1.106

    ὅταν θεοῦ Μοῖρα πέμπῃ ἀνεκὰς ὄλβον ὑψηλόν fate dispensed by god O. 2.21

    παρὰ μὲν τιμίοις θεῶν ἄδακρυν νέμονται αἰῶνα O. 2.66

    θεὸς εὔφρων εἴη λοιπαῖς εὐχαῖς O. 4.12

    βωμοὺς ἓξ διδύμους ἐγέραρεν ἑορταῖς θεῶν μεγίσταις at Olympia O. 5.5

    μὴ ματεύσῃ θεὸς γενέσθαι O. 5.24

    θεῶν κάρυκα Ἑρμᾶν O. 6.78

    θεῶν βασιλεὺς ὁ μέγας O. 7.34

    θεῶν δ' ὅρκον μέγαν μὴ παρφάμεν O. 7.65

    Τλαπολέμῳ ἵσταται ὥσπερ θεῷ πομπὰ καὶ κρίσις O. 7.79

    ἐπεὶ τό γε λοιδορῆσαι θεοὺς ἐχθρὰ σοφία O. 9.37

    ἄνευ δὲ θεοῦ σεσιγαμένον οὐ σκαιότερον χρῆμ' ἕκαστον O. 9.103

    μετὰ δώδεκ' ἀνάκτων θεῶν (cf. O. 5.5) O. 10.49 θεῶν ναοῖσιν οἰωνῶν βασιλέα δίδυμον ἐπέθηκ; O. 13.21

    Σίσυφον μὲν πυκνότατον παλάμαις ὡς θεόν O. 13.52

    τελεῖ δὲ θεῶν δύναμις καὶ τὰν παῤ ὅρκον κτίσιν O. 13.83

    ἐν θεῷ γε μὰν τέλος O. 13.104

    οὐδὲ γὰρ θεοὶ σεμνᾶν Χαρίτων ἄτερ κοιρανέοντι χοροὺς οὔτε δαῖτας ( θεοὶ etiam possis) O. 14.8

    θεῶν κρατίστου παῖδες O. 14.14

    θεῶν πολέμιος, Τυφὼς P. 1.15

    θεῶν παλάμαις P. 1.48

    οὕτω δ' Ἱέρωνι θελτ;γτ;ὸς ὀρθωτὴρ πέλοι P. 1.56

    θεὸς ἅπαν ἐπὶ ἐλπίδεσσι τέκμαρ ἀνύεται, θεός, ὃ καὶ πτερόεντ' αἰετὸν κίχε P. 2.49

    —50. χρὴ δὲ πρὸς θεὸν οὐκ ἐρίζειν P. 2.88

    καὶ θεοὶ δαίσαντο παρ' ἀμφοτέροις P. 3.93

    εἰ δέ μοι πλοῦτον θεὸς ἁβρὸν ὀρέξαι P. 3.110

    σὺν τιμᾷ θεῶνP. 4.51

    ποινὰ τίς ἔσται πρὸς θεῶν P. 4.63

    θεῷ πίσυνος P. 4.232

    σὺν θεῶν τιμαῖς P. 4.260

    εἰ μὴ θεὸς ἁγεμόνεσσι κυβερνατὴρ γένηται P. 4.274

    παντὶ μὲν θεὸν αἴτιον ὑπερτιθέμεν P. 5.25

    οὐ θεῶν ἄτερ ἀλλὰ Μοῖρά τις ἄγεν P. 5.76

    κτίσεν δ' ἄλσεα μείζονα θεῶν P. 5.89

    θεός τέ οἱ τὸ νῦν τε πρόφρων τελεῖ δύνασιν P. 5.117

    μάλιστα μὲν Κρονίδαν θεῶν σέβεσθαι P. 6.24

    τύχᾳ θεῶνP. 8.53

    θεῶν δ' ὄπιν ἄφθονον αἰτέω P. 8.71

    ὠκεῖα δ' ἐπειγομένων ἤδη θεῶν πρᾶξις P. 9.67

    μὴ φθονεραῖς ἐκ θεῶν μετατροπίαις ἐπικύρσαιεν P. 10.20

    ἐμοὶ δὲ θαυμάσαι θεῶν τελεσάντων οὐδέν ποτε φαίνεται ἔμμεν ἄπιστον P. 10.49

    Κάστορος βίαν σέ τε, ἄναξ Πολύδευκες, υἱοὶ θεῶν P. 11.62

    θεῶν βασιλέα N. 1.39

    ὅταν θεοὶ ἐν πεδίῳ Φλέγρας Γιγάντεσσιν μάχαν ἀντιάζωσιν N. 1.67

    σὺν θεοῦ δὲ τύχᾳ N. 6.24

    τιμὰ δὲ γίνεται ὧν θεὸς ἁβρὸν αὔξει λόγον τεθνακότων N. 7.32

    βασιλῆα δὲ θεῶν N. 7.82

    εἰ δ' αὐτὸ καὶ θεὸς ἀνέχοι N. 7.89

    ἐν γὰρ δαιμονίοισι φόβοις φεύγοντι καὶ παῖδες θεῶν N. 9.27

    Διομήδεα δ' ἄμβροτον ξανθά ποτε Γλαυκῶπις ἔθηκε θεόν N. 10.7

    Ἥβα καλλίστα θεῶν N. 10.18

    ἐπεὶ τοῦτον ἢ πάμπαν θεὸς ἔμμεναι οἰκεῖν τ' οὐρανῷ, εἵλετ αἰῶνα Πολυδεύκης N. 10.58

    πολλὰ μὲν ἀγαζόμενοι πρώταν θεῶν (i. e. Ἑστίαν) N. 11.6

    καὶ θεῶν δαῖτας προσέπτυκτο πάσας I. 2.39

    ἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος I. 4.1

    Πηλέος ἥρωος, εὐδαίμονος γαμβροῦ θεῶν I. 6.25

    δεξαμένα τὸν φέρτατον θεῶν I. 7.5

    χαλκόπεδον θεῶν ἕδραν I. 7.44

    ἐπειδὴ τὸν ὑπὲρ κεφαλᾶς γε Ταντάλου λίθον παρά τις ἔτρεψεν ἄμμι θεός I. 8.10

    ἀλλ' οὔ σφιν ἄμβροτοι τέλεσαν εὐνὰν θεῶν πραπίδες I. 8.30

    σὺν θεῶν δὲ αἴσᾳ (Boeckh: θεῶ codd.) I. 9.1

    θεοὶ συνετέλεσσαν Pae. 2.65

    ἐν θεῶν ξενίᾳ at the Delphic Theoxenia Pae. 6.61

    Ζεὺς ὁ θεῶν σκοπὸς Pae. 6.94

    ]τράπεζαν θεῶν ἐπ' ἀμβ[ρο Pae. 15.7

    δεῦτ ἐν χορόν, Ὀλύμπιοι, ἐπί τε κλυτὰν πέμπετε χάριν, θεοί fr. 75. 2. θεῶ[ν] Κυβέ[λαν] ματ[έρα (supp. Gomperz, Snell) fr. 80. ἀλλ' οἶος ἄπλατον κεράιζε θεῶν Τυφῶνα Ζεύς fr. 93. θεοῦ δὲ δείξαντος ἀρχὰν ἕκαστον ἐν πρᾶγος fr. 108a. 1. θεῷ δὲ δυνατὸν μελαίνας ἐκ νυκτὸς ἀμίαντον ὄρσαι φάος fr. 108b. 1. θεῶν ἐπὶ βωμοῖς (haec verba praebent codd. Plutarchi, non habet, ut vid., Π.) Θρ.. 1. τὸ γάρ ἐστι μόνον ἐκ θεῶν fr. 131b. 3. τί θεός; fr. 140d.

    σὺν θεοῖς O. 8.14

    σὺν θεοῖς ζεύξω τέλος I. 1.6

    σὺν θεῷ γάρ τοι φυτευθεὶς ὄλβος ἀνθρώποισι παρμονώτερος N. 8.17

    σὺν θεῷ θνατὸν διέρχονται βιότου τέλος I. 4.5

    2 opposed to men, mortals.

    εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεται λαθέμεν O. 1.64

    τίνα θεόν, τίν' ἥρωα, τίνα δ ἄνδρα κελαδήσομεν; O. 2.2

    θάξαις δέ κε φύντ' ἀρετᾷ ἀνὴρ θεοῦ σὺν παλάμᾳ O. 10.21

    ἐκ θεοῦ δ' ἀνὴρ σοφαῖς ἀνθεῖ πραπίδεσσιν ὁμοίως O. 11.10

    ἐκ θεῶν γὰρ μαχαναὶ πᾶσαι βροτέαις ἀρεταῖς P. 1.41

    θεῶν δ' ἐφετμαῖς Ἰξίονα φαντὶ ταῦτα βροτοῖς λέγειν P. 2.22

    γόνον οὔτ' ἐν ἄνδρασι γερασφόρον οὔτ ἐν θεῶν νόμοις P. 2.43

    κλέπτει τέ μιν οὐ θεὸς οὐ βροτὸς P. 3.30

    παῖδες ὑπερθύμων τε φωτῶν καὶ θεῶνP. 4.13 θεῷ ἀνέρι εἰδομένῳP. 4.21 ἔν τε θεοῖς κἀνθρώποιςP. 9.40

    θεὸς εἴη ἀπήμων κέαρ. εὐδαίμων δὲ καὶ ὑμνητὸς οὗτος ἀνὴρ γίνεται σοφοῖς P. 10.21

    ἀρχαὶ δὲ βέβληνται θεῶν κείνου σὺν ἀνδρὸς δαιμονίαις ἀρεταῖς ( ἐκ θεῶν Σ: ?on analogy of ἄρχεσθαι) N. 1.9

    ἓν ἀνδρῶν, ἓν θεῶν γένος N. 6.1

    ἀνδρῶν δικαίων περικαδόμενοι. καὶ μὰν θεῶν πιστὸν γένος N. 10.54

    σὺν θεῷ θνατὸν διέρχονται βιότου τέλος I. 4.5

    ταῦτα θεοῖσι μὲν πιθεῖν σοφοὺς δυνατόν, βροτοῖσιν δ' ἀμάχανον εὑρέμεν Pae. 6.51

    οὐ γάρ ἔσθ ὅπως τὰ θεῶν βουλεύματ ἐρευνάσει βροτέᾳ φρενί fr. 61. 3. θεὸς ὁ πάντα τεύχων βροτοῖς fr. 141. θεῶν καὶ κατ' ἀνθρώπων ἀγυιάς fr. 194. 5. ἴσον μὲν θεὸν ἄνδρα τε φίλον λτ;θεῷ> (add. Heyne: sc. ὑποτρέσαι) fr. 224. ὁπόταν θεὸς ἀνδρὶ χάρμα πέμψῃ fr. 225. Ἀπόλλωνι μὲν θ[εῶν] ἀτὰρ ἀνδρῶν Ἐχεκ[ρά]τει (supp. Blass) ?fr. 333a. 4.
    3 specific gods.
    a Apollo.

    οὐδ' ἔλαθ Αἴπυτον κλέπτοισα θεοῖο γόνον O. 6.36

    ὣς ἦρα θεὸς σάφα εἴπαις O. 8.46

    φέροισα σπέρμα θεοῦ P. 3.15

    ἐν κοιλόπεδον νάπος θεοῦ P. 5.39

    ξυνὸν ἁρμόζοισα θεῷ τε γάμον μιχθέντα κούρᾳ θ' Ὑψέος εὐρυβία P. 9.13

    κλειτὰς ὄνων ἑκατόμβας ἐπιτόσσαις θεῷ ῥέζοντας P. 10.33

    θεοῦ παρ' εὐτειχέα δόμον N. 7.46

    καὶ τὸ μὲν διδότω θεός Pae. 2.54

    Πάριος ἑ[καβόλος βροτη]σίῳ δέμαι θεός Pae. 6.80

    ὤμοσε [γὰρ θ]εός Pae. 6.112

    θεοῦ ἄδυτον Pae. 7.3

    his temple in Delphi:

    μαντεύσατο δ' ἐς θεὸν ἐλθών O. 7.31

    ᾤχετο δὲ πρὸς θεόν N. 7.40

    b Zeus.

    θεοῦ σάμασιν πιθόμενοι P. 4.199

    γνώτ ἀείδω θεῶ τε καὶ ὅστις ἁμιλλᾶται (οἶ pro θεῷ coni. Kayser) N. 10.31

    πέμψεν θεὸς ἀρχὸν οἰωνῶν μέγαν αἰετόν I. 6.49

    c Poseidon.

    τὸν μὲν ἀγάλλων θεὸς ἔδωκεν O. 1.86

    θεὸς τῶνδε κείνων τε κλυτὰν αἶσαν παρέχοι φιλέων O. 6.101

    ὀρσοτρίαιναν εὐρυβίαν καλέων θεόν P. 2.12

    ( Ἰσθμός)

    ἔνθα μιν εὔφρονες ἶλαι σὺν καλάμοιο βοᾷ θεὸν δέκονται N. 5.38

    d Helios.

    καί ῥά μιν χώρας ἀκλάρωτον λίπον, ἁγνὸν θεόν O. 7.60

    e Dionysos. ἐπὶ τὸν κισσοδαῆ θεόν, τὸν Βρόμιον, τὸν Ἐριβόαν τε βροτοὶ καλέομεν fr. 75. 9.
    f Herakles.

    ἥρως θεὸς N. 3.22

    g goddesses, Kybele, Great Mother. μεγάλας θεοῦ κύνα Pan. fr. 96. 2.

    Ματρί, τὰν κοῦραι παρ' ἐμὸν πρόθυρον σὺν Πανὶ μέλπονται θαμὰ σεμνὰν θεὸν ἐννύχιαι P. 3.79

    h Thetis.

    πεπρωμένον ἦν, φέρτερον πατέρος ἄνακτα γόνον τεκεῖν ποντίαν θεόν I. 8.34

    i Honour, Aidos.

    κείνα θεός N. 9.36

    k Athene.

    εὗρεν θεός P. 12.22

    l Psamatheia.

    βία Φώκου κρέοντος, ὁ τᾶς θεοῦ, ὃν Ψαμάθεια τίκτ' ἐπὶ ῥηγμῖνι πόντου N. 5.13

    4 θεόθεν, from, inspired by heaven

    σύμβολον δ' οὔ πώ τις ἐπιχθονίων πιστὸν ἀμφὶ πράξιος ἐσσομένας εὗρεν θεόθεν O. 12.8

    θεόθεν ἐραίμαν καλῶν P. 11.50

    5 frag. ]

    οι· θεῶν[ Pae. 4.17

    Lexicon to Pindar > θεός

  • 3 βάλλω

    βάλλω (βάλλω, -ομεν; βάλλετε); βάλλων: aor. ( βᾰλεν), (βαλον; βάλω, -ῃ; βαλέτω; βαλών; βαλεῖν: med. βαλλόμενος: impf. βάλλετο: aor. βάλετο), ἐβάλοντο; βαλέσθαι: pass. βάλλεται: pf. βέβληνται)
    a throw, cast, act & med. λίθον μενοινῶν κεφαλᾶς βαλεῖν cast away O. 1.58

    ᾧτινι ἀμφὶ κόμαισι βάλῃ κόσμον ἐλαίας O. 3.13

    ἔλπομαι μὴ χαλκοπάρᾳον ἄκονθ' ὡσείτ ἀγῶνος βαλεῖν ἔξω P. 1.44

    ὠκυπόρων ἀπὸ ναῶν ὅ σφιν ἐν πόντῳ βάλεθ' ἁλικίαν (sc. Ἱέρων) P. 1.74 εἰ γὰρ οἴκοι νιν (= βώλακα) βάλε πὰρ χθόνιον Ἄιδα στόμαP. 4.43 ἤ μέ τις ἄνεμος ἔξω πλόου ἔβαλεν ὡς ὅτ' ἄκατον ἐνναλίαν; P. 11.40 τότε βάλλεται, τότ' ἐπ ἀμβρόταν χθόν ἐραταὶ ἴων φόβαι fr. 75. 16. ὄφρα Ἀγαθωνίδᾳ βάλω κότταβον fr. 128. 3. φῶ[τ]α φά[τναις] ἐν λιθίναις βαλ[ (sc. Ἡρακλέης) fr. 169. 21. met.,

    ἐν καρδίαις ἀνδρῶν ἔβαλον ὧραι πολυάνθεμοι ἀρχαῖα σοφίσμαθ O. 13.16

    εὐναὶ δὲ παράτροποι ἐς κακότατ' ἀθρόαν ἔβαλον P. 2.36

    δαίμων δὲ παρίσχει, ἄλλοτ' ἄλλον ὕπερθε βάλλων P. 8.77

    καί σφιν ἐπὶ γλυκεραῖς εὐναῖς ἐρατὰν βάλεν αἰδῶ P. 9.12

    ἀλλὰ βροτῶν τὸν μὲν κενεόφρονες αὖχαι ἐξ ἀγαθῶν ἔβαλον ( ἔλαβον v. l.) N. 11.30 πρόφασις ἀρετὰν ἐς αἰπὺν ἔβαλε σκότον fr. 228.
    b strike (with), c. acc. (& dat.), shoot at τοξόταν βάλλων γυναικεῖον στρατὸν sc. Bellerophon O. 13.89 met., ἄγε θυμέ· τίνα βάλλομεν ἐκ μαλθακᾶς αὖτε φρενὸς εὐκλέας ὀιστοὺς ἱέντες; O. 2.89

    μὴ βαλέτω με λίθῳ τραχεῖ φθόνος O. 8.55

    ἀλλ' ἔσται χρονὸς οὗτος, ὃ καί τιν ἀελπτίᾳ βαλὼν ἔμπαλιν γνώμας τὸ μὲν δώσει, τὸ δ οὔπω P. 12.31

    πολλῶν ἐπέβαν καιρὸν οὐ ψεύδει βαλών (“Gleichzeitig ist πολλῶν καιρὸν auch Objekt zu βαλών”. Radt, Mnemosyne, 1966, 153) N. 1.18 & therefore, crown,

    χαίρων δὲ καὶ αὐτὸς Ἀλκμᾶνα στεφάνοισι βάλλω P. 8.57

    Ζεῦ, τεὸν γὰρ αἷμα, σέο δ' ἀγών, τὸν ὕμνος ἔβαλεν ὀπὶ νέων ἐπιχώριον χάρμα κελαδέων N. 3.65

    c cast away, lose cf. O. 1.58 οἱ δύο μὲν (sc. δράκοντες)

    κάπετον, αὖθι δ' ἀτυζόμενοι ψυχὰς βάλον O. 8.39

    d med.,
    I cast (anchor), met.

    ἐσχατιαῖς ἤδη πρὸς ὄλβου βάλλετ' ἄγκυραν I. 6.13

    II lay down (a foundation) καὶ μυχοὺς διζάσατο βαλλόμενος κρηπῖδας ἀλσέων sc. Ἀπόλλων fr. 51a. met.,

    βάλλετο κρηπῖδα σοφῶν ἐπέων P. 4.138

    κάλλιστον αἱ μεγαλοπόλιες Ἀθᾶναι προοίμιον Ἄλκμανιδᾶν εὐρυσθενεῖ γενεᾷ κρηπῖδ' ἀοιδᾶν ἵπποισι βαλέσθαι P. 7.3

    ὅθι παῖδες Ἀθαναίων ἐβάλοντο φαεννὰν κρηπῖδ' ἐλευθερίας fr. 77. 1. pass., ἀρχαὶ δὲ (sc. τοῦ ὕμνου) βέβληνται θεῶν κείνου σὺν ἀνδρὸς δαιμονίαις ἀρεταῖς (cf. Hesych: βαθμίδες· ἀρχαὶ λόγων v. θεός b.) N. 1.8
    e in tmesis. ἐν δ' ἀρετὰν ἔβαλεν v.

    ἐμβάλλω O. 7.44

    τρίτον ἔπι στέφανον βαλών v.

    ἐπιβάλλω P. 11.14

    ]

    πρὸς ὄμμα βαλὼν χερὶ[ Pae. 15.6

    f frag. ]ν τοῦτο βαλλεμ[ Πα. 17a. 7.

    Lexicon to Pindar > βάλλω

  • 4 ἀρχά

    ἀρχά (ἀρχά, -ᾶς, -ᾷ, -άν, -ά; -αί, -αῖς)
    a kingdom, realm τὰ δ' ἐν τᾷδε Διὸς ἀρχᾷ ἀλιτρὰ κατὰ γᾶς δικάζει τις ἐχθρᾷ λόγον φράσαις ἀνάγκᾳ i. e. here on earth O. 2.58

    ἐξεύχετ' ἐν ἄστει Πειράνας σφετέρου πατρὸς ἀρχὰν καὶ βαθὺν κλᾶρον ἔμμεν καὶ μέγαρον O. 13.61

    [v.

    ἀρχαῖος P. 4.106

    ]
    b beginning

    ἐθελήσω τοῖσιν ἐξ ἀρχᾶς ἀπὸ Τλαπολέμου ξυνὸν ἀγγέλλων διορθῶσαι λόγον O. 7.20

    ἀρχαῖς δὲ προτέραις ἑπόμενοι καί νυν κελαδησόμεθα tracing the earlier origins of the Olympic festival O. 10.78 μελιγάρυες ὕμνοι ὑστέρων ἀρχὰ λόγων τέλλεται ( ἀρχαί v. l.) O. 11.5 ( φόρμιγξ

    · τᾶς ἀκούει μὲν βάσις, ἀγλαίας ἀρχά P. 1.2

    τίς γὰρ ἀρχὰ δέξατο ναυτιλίας; (sc. τοὺς Ἀργοναύτας) P. 4.70

    πάντα λόγον θέμενος σπουδαῖον ἐξ ἀρχᾶς P. 4.132

    τελέαν δ' ἔχει δόξαν ἀπ ἀρχᾶς P. 8.25

    Ἄπολλον, γλυκὺ δ' ἀνθρώπων τέλος ἀρχά τε δαίμονος ὀρνύντος αὔξεται P. 10.10

    ἀρχαὶ δὲ (sc. τοῦ ὕμνου)

    βέβληνται θεῶν κείνου σὺν ἀνδρὸς δαιμονίαις ἀρεταῖς N. 1.8

    ἢ γαῖαν κατακλύσαισα θήσεις ἀνδρῶν νέον ἐξ ἀρχᾶς γένος; Pae. 9.20

    θεοῦ δὲ δείξαντος ἀρχὰν ἕκαστον ἐν πρᾶγος fr. 108a. 1. με τοιάνδε μελίφρονος ἀρχὰν εὑρόμενον σκολίου fr. 122. 14. οἶδε μὲν βίου τελευτάν, οἶδεν δὲ διόσδοτον ἀρχάν sc. the initiate in the Eleusinian mysteries fr. 137. 2. ἀρχὰ μεγάλας ἀρετᾶς, ὤνασσ' Ἀλάθεια i. e. basis fr. 205. 1. ἀρχᾶθεν: in the beginning, of old

    πρόγονοι, ἀρχᾶθεν Ἰαπετονίδος φύτλας κοῦροι κορᾶν O. 9.55

    τοὶ μὲν ὦν Θήβαισι τιμάεντες ἀρχᾶθεν I. 4.7

    Lexicon to Pindar > ἀρχά

Поделиться ссылкой на выделенное

Прямая ссылка:
Нажмите правой клавишей мыши и выберите «Копировать ссылку»